Παρασκευή 15 Μαρτίου 2019

Χαιρετισμοί στην Παναγία μας (Α Στάση)

ΣΤΑΣΙΣ ΠΡΩΤΗ 
Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τό, 
Χαῖρε (ἐκ γ´)·
 καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο, καὶ ἵστατο
 κραυγάζων πρὸς αὐτὴν τοιαῦτα·......


Χαῖρε, δι᾿ ἧς ἡ χαρὰ ἐκλάμψει· χαῖρε, δι᾿ ἧς ἡ ἀρὰ ἐκλείψει. 
Χαῖρε, τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις· χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις. 
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· χαῖρε, βάθος δυσθεώρητον, καὶ Ἀγγέλων ὀφθαλμοῖς. 
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα· χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
Χαῖρε, ἀστήρ ἐμφαίνων τὸν Ἥλιον· χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δι᾿ ἧς νεουργεῖται ἡ κτίσις· χαῖρε, δι᾿ ἧς βρεφουργεῖται ὁ Κτίστης.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Βλέπουσα ἡ Ἁγία, ἑαυτὴν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως· Τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως τὴν κύησιν πῶς λέγεις; κράζων· Ἀλληλούϊα.

Γνῶσιν ἄγνωστον γνῶναι, ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα· Ἐκ λαγόνων ἁγνῶν Υἱόν, πῶς ἐστι τεχθῆναι δυνατόν; λέξον μοι. Πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ, πλὴν κραυγάζων οὕτω·

Χαῖρε, βουλῆς ἀποῤῥήτου μύστις· χαῖρε, σιγῆς δεομένων πίστις.
Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον· χαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον.
Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι᾿ ἧς κατέβη ὁ Θεός· χαῖρε, γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς Οὐρανόν.
Χαῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα· χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα.
Χαῖρε, τὸ Φῶς ἀῤῥήτως γεννήσασα· χαῖρε, τὸ πῶς, μηδένα διδάξασα.
Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν· χαῖρε, πιστῶν καταυγάζουσα φρένας.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Δύναμις τοῦ Ὑψίστου, ἐπεσκίασε τότε, πρὸς σύλληψιν τῇ Ἀπειρογάμῳ· καὶ τὴν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι, τοῖς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως· Ἀλληλούϊα.

Ἔχουσα θεοδόχον, ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ· τὸ δὲ βρέφος ἐκείνης εὐθύς, ἐπιγνὸν τὸν ταύτης ἀσπασμόν, ἔχαιρε! καὶ ἅλμασιν ὡς ᾄσμασιν, ἐβόα πρὸς τὴν Θεοτόκον·

Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα· χαῖρε, καρποῦ ἀκηράτου κτῆμα.
Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον· χαῖρε, φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα.
Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν· χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.
Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις· χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.
Χαῖρε, δεκτόν πρεσβείας θυμίαμα· χαῖρε, παντὸς τοῦ κόσμου ἐξίλασμα.
Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία· χαῖρε, θνητῶν πρὸς Θεὸν παῤῥησία.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη, πρὸς τὴν ἄγαμόν σε θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε· μαθὼν δέ σου τὴν σύλληψιν ἐκ Πνεύματος ἁγίου, ἔφη· Ἀλληλούϊα.

ΣΤΑΣΗ ΠΡΩΤΗ

Ἄγγελος ποὺ ἦταν πρῶτος μεταξὺ τῶν ἀγγέλων, στάλθηκε ἀπὸ τὸν οὐρανὸ νὰ πεῖ στὴ Θεοτόκο τὸ χαῖρε (3 φορές)· καὶ μὲ τὴν ἀσώματή του φωνή, βλέποντάς σε Κύριε νὰ παίρνεις σῶμα (νὰ γίνεσαι ἄνθρωπος), ἐκπλησσόταν καὶ στεκόταν φωνάζοντας πρὸς αὐτὴν αὐτὰ τὰ λόγια·

Χαῖρε ἐσὺ ἀπ᾿ τὴν ὁποία θὰ λάμψει ἡ χαρά· χαῖρε ἐσὺ ποὺ γιὰ χάρη σου θὰ σβήσει ἡ κατάρα.
Χαῖρε ἐσὺ ποὺ ἔκανες νὰ σηκωθεῖ ὁ πεσμένος Ἀδάμ· χαῖρε ἐσὺ ποὺ ἔγινες ἡ λύτρωση τῶν δακρύων τῆς Εὔας.
Χαῖρε ὕψος στὸ ὁποῖο δύσκολα μποροῦν νὰ φθάσουν οἱ ἀνθρώπινοι λογισμοί· χαῖρε βάθος ποὺ ἀδυνατοῦν νὰ κατοπτεύσουν καὶ ἀγγέλων ὀφθαλμοί.
Χαῖρε ἐσὺ ποὺ ἔγινες ὁ θρόνος τοῦ Βασιλιᾶ (Χριστοῦ)· χαῖρε γιατὶ βαστάζεις (στὴν ἀγκάλη σου) Ἐκεῖνον ποὺ βαστάζει τὰ πάντα.
Χαῖρε ἀστέρι ποὺ προμηνύεις τὸν Ἥλιο, χαῖρε κοιλία τῆς θεϊκῆς (τοῦ Λόγου) σαρκώσεως.
Χαῖρε ἐσὺ μὲ τὴν ὁποία γίνεται καινούργια ἡ κτίση· χαῖρε ἐσὺ μὲ τὴν ὁποία γίνεται βρέφος ὁ Κτίστης.
Χαῖρε Νύμφη ἀνύμφευτε.

Γνωρίζοντας τὴν ἁγνότητά της ἡ Παναγία λέγει στὸν Γαβριὴλ μὲ θάρρος· Ὅσα παράδοξα ἀκούω ἀπὸ τὴ φωνή σου, εἶναι δύσκολο νὰ τὰ δεχτῶ στὴν ψυχὴ μου· πῶς μοῦ ἀναγγέλλεις κύηση, ἀφοῦ δὲν προηγήθηκε σύλληψη ἀπὸ ἀνθρώπινη σπορά; Κι ὅμως ἐσὺ τὸ λέγεις καὶ φωνάζεις δυνατά, Ἀλληλούϊα (αἰνεῖτε τὸν Θεό).

Θέλοντας ἡ Παρθένος νὰ γνωρίσει τὸ ἄγνωστο αὐτὸ μυστήριο, εἶπε δυνατὰ πρὸς τὸν λειτουργὸ Ἄγγελο· πές μου, ἀπὸ σῶμα ἁγνὸ (παρθενικὸ) πῶς εἶναι δυνατὸν νὰ γεννηθεῖ γιός; Κι ἐκεῖνος τότε εἶπε πρὸς αὐτὴ μὲ φόβο, φωνάζοντας αὐτὰ τὰ λόγια·

Χαῖρε ἐσὺ ποὺ γνωρίζεις τὴν ἀπόρρητη βουλὴ τοῦ Θεοῦ· χαῖρε ἐσὺ ποὺ εἶσαι ἡ πίστη ἐκείνων ποὺ προσεγγίζονται μὲ τὴ σιγή.
Χαῖρε ἐσύ, ἡ ἀρχὴ τῶν θαυμάτων τοῦ Χριστοῦ. Χαῖρε ἐσὺ ποὺ ἀποτελεῖς τὸ κεφάλαιο στὸ ὁποῖο στηρίζονται τὰ δόγματά Του.
Χαῖρε σκάλα ἐπουράνια μὲ τὴν ὁποία κατέβηκε ὁ Θεός· χαῖρε γέφυρα ποὺ μεταφέρεις αὐτοὺς ποὺ ᾿ναι στὴ γῆ, στὸν οὐρανό.
Χαῖρε, τὸ πολυθρύλητο θαῦμα τῶν Ἀγγέλων, χαῖρε τὸ πολυθρήνητο τραῦμα τῶν δαιμόνων.
Χαῖρε ἐσὺ ποὺ γέννησες μὲ τρόπο ἀνέκφραστο τὸ φῶς· χαῖρε ἐσὺ ποὺ σὲ κανέναν δὲν δίδαξες τὸ πῶς.
Χαῖρε ἐσὺ ποὺ ξεπερνᾶς τὴ γνώση τῶν σοφῶν· χαῖρε ἐσὺ ποὺ διαφωτίζεις τὴ διάνοια τῶν πιστῶν.
Χαῖρε Νύμφη ἀνύμφευτε.

Δύναμη τοῦ Ὑψίστου τότε ἐπισκίασε ἐκείνη ποὺ δὲ γνώρισε γάμο, ὥστε νὰ συλλάβει· καὶ τὴν εὔκαρπή της κοιλιὰ τὴν κατέστησε χωράφι εὐχάριστο γιὰ ὅσους θέλουν νὰ θερίσουν (νὰ βροῦν) τὴ σωτηρία τους καὶ οἱ ὁποῖοι ψάλλουν αὐτὰ τὰ λόγια, Ἀλληλούϊα.

Ἔχουσα ἡ Παρθένος μὲς στὴ μήτρα της τὸν Θεό, ἔτρεξε πρὸς τὴν Ἐλισάβετ. Τὸ βρέφος ἐκείνης (ὁ Ἰωάννης) μόλις κατάλαβε τὸν χαιρετισμό της σκίρτησε ἀπὸ χαρά· καὶ μὲ σκιρτήματα ἀντὶ γιὰ ὕμνους, φώναζε δυνατὰ πρὸς τὴ Θεοτόκο·

Χαῖρε κλῆμα ποὺ πρόβαλες τὸν ἀμάραντο βλαστό· χαῖρε κτῆμα ποὺ πρόσφερες τὸν ἄφθαρτο καρπό.
Χαῖρε ἐσὺ ποὺ γεώργησες τὸν φιλάνθρωπο γεωργό· χαῖρε ἐσὺ ποὺ φύτρωσες τὸν φυτουργὸ τῆς ζωῆς (τὸ Χριστό).
Χαῖρε γῆ ποὺ βλαστάνεις ἄφθονη εὐσπλαγχνία· χαῖρε τραπέζι ποὺ βαστάζεις πλούσιο τὸ ἔλεος.
Χαῖρε γιατὶ κάνεις νὰ ἀνθίσει λιβάδι πνευματικῆς ἀπόλαυσης· χαῖρε γιατὶ ἑτοιμάζεις λιμάνι (σωτηρίας) γιὰ τὶς ψυχές.
Χαῖρε, ἐσὺ ποὺ εἶσαι θυμίαμα μεσιτείας δεκτὸ ἀπὸ τὸν Θεό, χαῖρε, ἐσὺ τοῦ κόσμου ὅλου ὁ ἐξιλασμός.
Χαῖρε, ἐσὺ ποὺ εἶσαι ἡ ἀγαθὴ εὐδοκία (εὔνοια) τοῦ Θεοῦ πρὸς τοὺς ἀνθρώπους, χαῖρε ἐσὺ ἡ παρρησία τῶν ἀνθρώπων πρὸς τὸν Θεό.
Χαῖρε Νύμφη ἀνύμφευτε.

Ἔχοντας μέσα του ζάλη ἀπὸ λογισμοὺς ἀμφιβολίας, ὁ δίκαιος Ἰωσὴφ ταράχτηκε, κι ἐνῶ σὲ θεωροῦσε ἄγαμη (Παρθένο), τώρα σὲ ὑποπτευόταν γιὰ παράνομες σχέσεις, Ἄμεμπτε· Σὰν πληροφορήθηκε ὅμως ὅτι ἡ σύλληψη προερχόταν ἀπὸ τὸ Ἅγιο Πνεῦμα, φώναξε Ἀλληλούϊα. 

πηγή